Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.61 Joseph. BJ 4.69 (English) >>Joseph. BJ 4.76

4.65κατηρείπετο δὲ πύργος ἐξαίφνης μετὰ μεγίστου ψόφου, καὶ συγκατακρημνίζονται μὲν οἱ φύλακες αὐτῷ, θορυβηθέντες δὲ οἱ κατὰ τὰς ἄλλας φυλακὰς ἔφευγον· 4.66καὶ πολλοὺς διεκπαίειν τολμῶντας οἱ Ῥωμαῖοι διέφθειραν, ἐν οἷς καὶ Ἰώσηπόν τις ὑπὲρ τὸ παρερρηγμένον τοῦ τείχους ἐκδιδράσκοντα βαλὼν ἀναιρεῖ. 4.67τῶν δʼ ἀνὰ τὴν πόλιν διασεισθέντων ὑπὸ τοῦ ψόφου διαδρομή τε ἦν καὶ πτόα πολλὴ καθάπερ εἰσπεπαικότων πάντων τῶν πολεμίων. 4.68ἔνθα καὶ Χάρης κατακείμενος καὶ νοσηλευόμενος ἐκλείπει πολλοῦ δέους συνεργήσαντος εἰς θάνατον τῇ νόσῳ. 4.69Ῥωμαῖοί γε μὴν μεμνημένοι τοῦ προτέρου πταίσματος οὐκ εἰσέβαλλον ἕως τρίτῃ καὶ εἰκάδι τοῦ προειρημένου μηνός.

-- --

4.70

Τίτος δέ, ἤδη γὰρ παρῆν, ὀργῇ τῆς πληγῆς ἣν παρʼ αὐτὸν ἐπλήγησαν ἀπόντα Ῥωμαῖοι, τῶν ἱππέων ἐπιλέξας διακοσίους, πρὸς οἷς πεζοὺς , εἰσέρχεται τὴν πόλιν ἡσυχῆ. 4.71καὶ παρελθόντος οἱ μὲν φύλακες αἰσθόμενοι μετὰ βοῆς ἐχώρουν ἐπὶ τὰ ὅπλα, δήλης δὲ τῆς εἰσβολῆς ταχέως καὶ τοῖς εἴσω γενομένης, οἱ μὲν ἁρπάζοντες τὰ τέκνα καὶ γυναῖκας ἐπισυρόμενοι πρὸς τὴν ἄκραν ἀνέφευγον μετὰ κωκυτοῦ καὶ βοῆς, οἱ δὲ τὸν Τίτον ὑπαντιάζοντες ἀδιαλείπτως ἔπιπτον· 4.72ὅσοι δὲ ἀπεκωλύθησαν ἐπὶ τὴν κορυφὴν ἀναδραμεῖν ὑπʼ ἀμηχανίας εἰς τὰς τῶν Ῥωμαίων φρουρὰς ἐξέπιπτον. ἄπειρος δʼ ἦν πανταχοῦ φονευομένων στόνος, καὶ τὸ αἷμα πᾶσαν ἐπέκλυζε τὴν πόλιν κατὰ πρανοῦς χεόμενον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.61 Joseph. BJ 4.69 (English) >>Joseph. BJ 4.76

Powered by PhiloLogic